Ancient Greek
BGU 4 1098 Ro
Documentary Papyri, Bgu 4 1098
Not analysed yet
Ἀχαίωι τῶι ἐπὶ τοῦ ἐν τῆι αὐλῆι κριτηρίου ……πρὸς ἀλλήλους …Ἀπολλωνάριον καὶ Τρύφων …συνεληλύθασι ἀλλήλοις …ὁ δὲ Ἱέραξ καὶ ἡ Ἰσιδώρα …ει φερνὴν ἀργυρίου δραχμῶν …δι…ν… …σει…σθαι …τε…νην …παρά τε τοῦ Ἱέρακος καὶ τῆς Ἰσιδώρας τὴν προκειμένην φερνὴν ……μηδʼ ἄλλην γυναῖκα ἐπεισάγειν …μηδέτι εἰς αὐτὴν ἀδίκημα διαπράσσεσθαι ……ἐὰν δέ τι τούτων παραβαίνῃ, ἐκτίνειν αὐτὸν παραχρῆμα τὴν προκειμένην φερνὴν σὺν ἡμιολίαι τῆς πράξεως γεινομένης τῆι Ἀπολλωναρίωι ἔκ τε αὐτοῦ Τρύφωνος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῦ πάντων καθάπερ ἐκ δίκης, τὴν δὲ Ἀπολλωνάριον τηρεῖν τὰ πρὸς τὸν ἄνδρα καὶ τὸν κοινὸν βίον δίκαια καὶ μήτε ἀπόκοιτον μηδʼ ἀφήμερον γίνεσθαι ἀπὸ τῆς Τρύφωνος οἰκίας ἄνευ τῆς αὐτοῦ γνώμης μηδὲ φθείρειν μηδὲ καταβλάπτειν τὸν κοινὸν οἶκον μηδʼ ἄλλωι ἀνδρὶ συνεῖναι· ἐὰν δέ τι τούτων ἐπιδειχθῇ ποιοῦσα κριθεῖσαν στερέσθαι αὐτὴν τῆς φερνῆς. καὶ ἐν ἡμέραις δὲ χρηματιζούσαις πέντε ἀφʼ ἧς ἐὰν ἀλλήλοις προείπωσι θέσθαι καὶ τὴν διʼ ἱεροθυτῶν συγγραφὴν ὡς ἂν ἐπὶ τοῦ καιροῦ κοινῶς κρίνωσι. αὐτόθεν δὲ προσσυνχωροῦσιν ὅ τε Ἱέραξ καὶ Ἰσιδώρα ἐπιδ…ειν τῆι Ἀπολλωναρίῳ μα …ενεισενε…σητωι καθόλου εἶναι εξ …αρειτιν πρὸς τοὺς ἀδελφοὺς αὐτῆς ἀπὸ τῶν αὐτῇ ὑφʼ Ἱέρακος καὶ Ἰσιδώρας ἀπολειφθησομένων ὑπαρχόντων μετὰ τὴν αὐτῶν Ἱέρακος καὶ Ἰσιδώρας τελευτήν, τὸν δὲ παραβαίνοντα καὶ ἐνέχεσθαι τῷ ὡρισμένῳ προστίμῳ. ἀξιοῦμεν.