Ancient Greek
BGU 4 1137
Documentary Papyri, Bgu 4 1137
Not analysed yet
ἔτους κε Καίσαρος Ἁθὺρ κβ, ἐπὶ τῆς γενηθείσης συναγωγῆς ἐν τῷ Παρατόμωι συνόδου Σεβαστῆς τοῦ θεοῦ Αὐτοκράτορος Καίσαρος ἧς συναγωγὸς καὶ προστάτης Πρῖμος Καίσαρος ἱερεὺς Ἰουκοῦνδος Καίσαρος γυμνασίαρχος Ἀλέξανδρος συμπαρόντων τῶν πλείστων. ἐπεὶ συντετάχαμεν τῶι προκιμένωι ἱερεῖ Ἰουκούνδωι ἀφʼ ὧν ἔχει τῆς συνόδου κεφαλαίων ἐπιδέξασθαι Οὔρσῳ Καίσαρος ἀποδοῦναι ὑπὲρ Συντρόφου τοῦ Καίσαρος συνοδίτου ἕως μιᾶς τριακάδος τοῦ ἐνεστῶτος ἔτους ἃς ὀφείλει αὐτῶι ἀργυρίου Πτολεμαικοῦ δραχμὰς ρκ, ἔδοξε κοινῇ γνώμῃ τὸν μὲν Ἰουκοῦνδον ἐξοδιάσαι ἕως τῆς τριακάδος τοῦ Ἁθὺρ ἕως ὑπὲρ τοῦ Συντρόφου τὰς τοῦ ἀργυρίου δραχμὰς ρκ ἀτόκους, τοὺς δὲ ἀπὸ τῆς συνόδου παραδέξασθαι τῶι Ἰουκούνδῳ ταύτας εἰς ἃ ὀφείλει τῆι συνόδωι κεφάλαια, εἶναι δὲ ἀνυπεύθυνον τὸν Ἰουκοῦνδον περὶ τούτων μηδενὶ ἐξόντος ἐπʼ ἀναγωγῇ τούτων λόγον ποιεῖσθαι ἢ τὸν τοιοῦτον …ασθαι, βεβαιοῦν δὲ τὸ ὑπογραφὲν δισσὸν χειρόγραφον ……ὧν τὸ μὲν ἓν κα… …τὸ δὲ ἕτερον ἐπ…