Ancient Greek
C.Pap.Gr. 2 6
Documentary Papyri, C.Pap.Gr. 2.1 6
Not analysed yet
Μάρωνι κωμογραμματεῖ Φιλαδελφείας παρὰ Στρατίππου τοῦ Τειτᾶνος τῶν ἀπὸ Φιλαδελφείας. ὁ υἱός μου Νεμεσίων λαογραφούμενος περὶ τὴν κώμην, ἐτελεύτησεν τῇ ε τοῦ Χοιὰχ τοῦ ἐνεστῶτος ἐνάτου ἔτους Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος. διὸ ἐπιδίδωμί σοι τὸ ὑπόμνημα ὅπως προσανενέγκῃς οἷς καθήκει καὶ τὸ αὐτοῦ ὄνομα περιαιρεθῇ καὶ ἀνενεχθῇ ἐν τῇ τῶν τετελευτηκότων τάξει ἵνʼ ᾦ ἀναίτιος καθάπερ καί εἰμι. εὐτύχει.