Ancient Greek
C.Pap.Gr. 2 7
Documentary Papyri, C.Pap.Gr. 2.1 7
Not analysed yet
Ἡρακλείδῃ ἐκλήμπτορι οὐσίας τοῦ κυρίου Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος παρὰ Ἀλείνης Κώμονος μετὰ κυρίου τοῦ ἑαυτῆς ἀδελφοῦ Διονυσίου τοῦ αὐτοῦ Κώμονος. ὁ ἀνήρ μου Μνησιθῆς Πετεσούχου τῶν ἐν τῇ ἀτελείᾳ τῆς προκειμένης οὐσίας ἀναγραφόμενος ἐπὶ λαύρας Δρόμου Σαράπιδος θεοῦ μεγίστου ἐτελεύτησεν τῷ Καισαρείῳ μηνὶ τοῦ ἐνεστῶτος δεκάτου ἔτους Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος. διὸ ἀξιῶ ἀναγράφεσθαι τοῦτον ἐν τῇ τῶν ὁμοίων τάξει ὡς καθήκει καὶ ὀμνύω Τιβέριον Κλαύδιον Καίσαρα Σεβαστὸν Γερμανικὸν Αὐτοκράτορα ἀληθῆ εἶναι τὰ προγεγραμμένα …