Ancient Greek
C.Pap.Gr. 2 8
Documentary Papyri, C.Pap.Gr. 2.1 8
Not analysed yet
Τιβερίωι Κλαυδίωι Θέωνι μισθωτῆι τῆς Λουκίου Ἀνναίου Σενέκα οὐσίας παρὰ …Ἀντων… πα… ὁ πατήρ μου …ἄτεχνος ?,ἀναγραφόμενος ἐπὶ τῆς αὐτῆς οὐσίας, ἔτι δὲ ἐπὶ λαύρας …καταγεινόμενος δὲ ἐν κώμηι …τῆς μέσης τοπαρχίας, ἐτελεύτησεν τῶι ἐνεστῶτι δευτέρωι ἔτει Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος. διὸ ἐπιδίδωμι τὸ ἀναφόριον ἀξιῶν ἀναγραφῆναι τοῦτον ἐν τῇ τῶν ὁμοίων τάξει ὡς καθήκει. …