Ancient Greek
Chrest.Mitt. 171 col. 2
Documentary Papyri, Chrest.Mitt. 171_2
Not analysed yet
ἐπὶ τῆς τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ Σεβαστοῦ τὸ ε καὶ Μαξιμιανοῦ Σεβαστοῦ τὸ δ ὑπατείας. Αὐρήλιος Κάστωρ ὁ καὶ Εὐδαίμων βουλευτὴς τῆς λαμπροτάτης Ἀντινόου πόλεως μετὰ συμβεβαιωτοῦ πιστικελευστοῦ τοῦ καὶ ἐγγυωμένου τὴν πρᾶσιν καὶ συμβεβαιοῦντος τὰς ἐγγεγραμμένας διαστολὰς Αὐρηλίου Ἑρμαπόλλωνος τοῦ καὶ Διοσκόρου Διδύμου Ἑρμοπολίτου ἀναγραφομένου ἐπʼ ἀμφόδου Φρουρίου ἀπηλιώτου ἐπηκολούθηκα τῇδε τῇ διαγραφῇ καὶ ἀνῄρημαι παρὰ Αὐρηλίας Κυριλλοῦτος Ἱέρακος ἀπὸ τῆς αὐτῆς Ἑρμοῦ πόλεως ἀναγραφομένης ἐπʼ ἀμφόδου τοῦ αὐτοῦ χωρὶς κυρίου χρηματιζούσης τέκνων δικαίῳ συνεστῶτος αὐτῇ τοῦ ἀνδρὸς αὐτῆς Αὐρηλίου Ἑρμείου τοῦ καὶ Κρονίου ἐξηγητεύσαντος εὐθηνιάρχου βουλευτοῦ ἀποδεδειγμένου γυμνασιάρχου τῆς αὐτῆς Ἑρμοῦ πόλεως ὑπὲρ τιμῆς ἧς ἀπεδόμην αὐτῇ κτητικῆς δούλης ὀνόματι Στεφάνης ἐπικεκλημένης Στεφανοῦτος ἢ καὶ τίνι ὀνόματι καλεῖται ἢ κληθήσεται, γένει Κρητικῆς, ὡς ἐτῶν κ εὐθυρίνου οὐλὴν ἐχούσης ἀνωτέρω ἀστραγάλου δεξιοῦ ποδός, ἥνπερ αὐτῇ παρέδωκα ταύτην τοιαύτην ἀναπόρριφον ἐκτὸς οὖσαν ἱερᾶς νόσου καὶ ἐπαφῆς ἀκολούθως τῇ ἀνενεχθησομένῃ διὰ τοῦ ἐν Ἑρμοῦ πόλει γραφείου ὁμολογίᾳ τῆς πράσεως ἀργυρίου καινοῦ Σεβαστῶν νομίσματος τάλαντα δέκα πέντε γίνονται ἀργυρίου τάλαντα ιε ἐκ πλήρους καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους ι Αὐτοκράτορος Καίσαρος Γαίου Αὐρηλίου Οὐαλερίου Διοκλητιανοῦ καὶ ἔτους θ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Οὐαλερίου Μαξιμιανοῦ Γερμανικῶν Μεγίστων Σαρματικῶν Μεγίστων καὶ ἔτους β Φλαυίου Οὐαλερίου Κωνσταντίου καὶ Γαλερίου Οὐαλερίου Μαξιμιανοκῦ Ἐπιφανεστάτων Καισάρων Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν Θῶυθ ιγ. Αὐρήλιος Κάστωρ ὁ καὶ Εὐδαίμων βουλευτὴς πέπρακα τὴν προκειμένην δούλην ὀνόματι Στεφάνην καὶ ἀπέσχοντα τῆς τιμῆς ἀργυρίου νομίσματος τάλαντα δέκα πέντε ἐκ πλήρους ὡς πρόκειται. Αὐρήλιος Ἑρμαπόλλων ὁ καὶ Διόσκορος Διδύμου ἐγγυῶμαι καὶ συνβεβαιῶ καὶ ἐπερωτηθεὶς ὡμολόγησα.