Ancient Greek
O.Krok. 2 238
Documentary Papyri, O.Krok. 2 238
Not analysed yet
Πρίσκος Ἀπολλῶτι τῷ ἀδελφῶι χαίρειν καὶ διὰ παντὸς ὑγιαίνειν· ἐκομισάμην σοῦ δέσμην κράμβης παρὰ Παύλου καὶ παρὰ Πρίσκου δέσμην καὶ τὰ μαρσίππια· γράφεις μοι περὶ τοῦ σαβάνου ὅτι στατήριον εὕρηται· νὴ τοὺς θεοὺς ἅπαντας εὕρηται ἐνθάδε δραχμὰς ϛ καὶ οὐκ ἔδωκα διὰ σοῦ· ἄλλος ἂν εἶπέ τις ὅτι πλείω στατήριον οὐ διδῶ σοι περὶ αὐτοῦ ,ἄλλος εἰπὲ ὅτι τιμὴ αὐτοῦ ἔστι · οἶδας καὶ σὺ ὅτι αὕτη ἡ τιμὴ αὐτοῦ οὐκ ἔστι· νῦν δὲ περὶ ψ… α… ἐάν τινος χρῄζῃς δήλωσόν μοι ἀσπα…