Ancient Greek
O.Krok. 2 239
Documentary Papyri, O.Krok. 2 239
Not analysed yet
Ἀπολλῶς Πρίσκῳ τῷ ἀδελφῷ χαίρειν καὶ διὰ παντὸς ὑγιαίνειν· ἐκομισάμην τρεῖς κολλούρας παρὰ …χωρὶς ἐπιστολῆς· λοιπὸν …αὐτὰ ἕως γράφεις μοι τὴν ἀντιφώνησιν τίνι αὐτὰ δώσω· κόμισαι παρ’ αὐτοῦ δέσμην συρμαδίων καὶ ἔπεμψά σοι μετὰ Ἀριανοῦ κονδούκτορος ἄλλην δέσμην σευτλίων· ἀσπάζεταί σε Οὐαλεριανὸς καὶ Λογγῖνος . Οὐαλέρις Δομιτίῳ καὶ Πρίσκῳ τοῖς ἀμφοτέροις χαίρειν· κομίζεσθε δύο δέσμας λαχανίων, Πρίσκος δέσμην σευτλίων, Δομίτις δέσμην συρμαδίων· ἀσπάζεται ὑμᾶς Χαιρήμων. ἐρρῶσθαι ὑμᾶς.