Ancient Greek
O.Krok. 2 240
Documentary Papyri, O.Krok. 2 240
Not analysed yet
Ἀπολλῶς Πρίσκῳ τῷ ἀδελφῷ χαίρειν καὶ διὰ παντὸς ὑγιαίνειν· ἐκομισάμην τὸν χοῦν τοῦ ἐλαίου καὶ εὐθέως ἔδωκα αὐτὸν Πρόκλῳ· οὐκ ἔπεμψά σοι χαλκὸν ὅτι οὐκ οἶδα τὸν ὀνηλάτην· ἐπεὶ ᾔτηκας δραχμὰς θ τετρώβολον εὐθέως ἐὰν εὕρω τινὰ πιστὸν ἐγω σοι πέμψω τὴν τιμήν· ἐκομισάμην κολλούρας τρεῖς παρὰ Πεβῶτος καὶ ἔδωκα μίαν Μαξίμῳ· κόμισαι δέσμην σευτλίων· ἄσπασαι Μάξιμον τίρωνα καὶ Δομίττιν καὶ Ἀπολινάριον· ἀσπάζεται ὑμᾶς Οὐαλέρις καὶ Οὐαλεριανὸς καὶ Χαιρήμων. ἔρρωσο.