Ancient Greek
P.Brux. col. 16
Documentary Papyri, P.Brux. col. 1 16
Not analysed yet
ρε Ἀπίωνι βασιλικῷ γραμματεῖ Προσωπείτου παρὰ Παντβεῦτος καὶ Τιθοεννήσιος καὶ Παλακρήους καὶ Ἁροννήσιος τῶν δ Πετῶτος Πνεφερῶτος. ἀπογραφόμεθα κατὰ τὰ ὑπὸ Καλουεισίου Στατιανοῦ τοῦ λαμπροτάτου ἡγεμόνος προστεταγμένα εἰς τὴν ἐπʼ ἀγαθοῖς γινομένην κατʼ οἰκίαν ἀπογραφὴν τὰ ὑπάρχοντα ἐν τῇ κώμῃ Θελβόνθον Σίφθα οἰκίας καὶ ψιλοῦ τόπου ἄλλου Θαειήους Ψεναμούνιος πήχεων ρ, ἐν οἷς ἐλαιούργιον, Παντβεῦτος μέρη β καὶ Τιθοεννήσιος μέρος α καὶ Παλακρήους μέρος α καὶ Ἁροννήσιος μέρος α τῶν δ Πετῶτος Πνεφερῶτος, ἐν οἷς οὐδείς, καὶ Πνεφερῶτος ψιλῶν τόπων πήχεων χξη 𐅵τῶν αὐτῶν προγεγραμμένων τὸ ἐπιβάλλον ἑκάστῳ μέρος καὶ Πετῶτος ψιλοῦ τόπου τῶν αὐτῶν προγεγραμμένων καὶ τὸ ἐπιβάλλον ἑκάστῳ μέρους 𐅵καὶ τὸ λοιπὸν μέρος 𐅵Θερμούθιος Πνεφεροτιθοήους κατὰ τὸ δ μέρος καὶ Νουάτιος Παλαχρήους ἀπὸ κληρονομίας Πνεφερῶτος Πνεφερῶτος τὸ λοιπὸν μέρος δ ἐν οἷς οὐδείς. ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Γερμανικοῦ Μεγίστου, Ἐπεὶφ κε. Παντβεῦς καὶ Τοθοεννῆσις καὶ οἱ ἀδελφοὶ ἐπιδεδώκαμεν ὡς πρόκειται. Ἀγαθὸς Δαίμων Σαίφιος ἔγραψα ὑπὲρ αὐτῶν μὴ εἰδότων γράμματα. διʼ Ἁρποκ σελίδος μβ.