Ancient Greek
P.Cair. Cat. 10689 descr.
Documentary Papyri, P.Cair. Cat. 17
Not analysed yet
…ἑκουσίως καὶ αὐθαιρέτως έγγυῆσθαι Αὐρήλιον Ἑρμαῖον τὸν καὶ …βουλευτὴν τῆς αὐτῆς πόλεως αἱρεθέντα εἰς ἐπιμέλειαν καὶ ἀνακομιδὴν κρέως, ὃν καὶ παραστήσομεν ἀμέμπτως ἀποπληροῦντα τὴν ἐγχειρισθεῖσαν αὐτῷ ἐπιμέλειαν καὶ τῆς τοῦ κρέως παραδόσεως ἐποίσειν τὰ συνήθη ἄποχα γράμματα. ἐὰν δὲ λειποτακτησῃ καὶ μὴ παραστήσωμεν, ἡμεῖς αὐτοὶ τὸν ὑπὲρ αὐτοῦ λόγον ὑποστησόμεθα ἢ ἔνοχοι εἴημεν τῷ θείῳ ὅρκῳ καὶ τῷ περὶ τούτου κινδύνῳ καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. ὑπατείας τῆς προκειμένης, Φαρμοῦθι θ. Αὐρήλιος Ἀρτεμίδωρος Σαραπίωνος ἐγγυῶμαι καὶ παραστήσω ὡς πρόκειται. Αὐρήλιος Ὀλύμπιος Ἑρμοῦ ἐγγυῶμαι καὶ παραστήσω ὡς πρόκειται.