Ancient Greek
P.Cair. Isid. 118
Documentary Papyri, P.Cair. Isid. 118
Not analysed yet
Αὐρήλιος Ζωίλος πρυτανικὸς ὑπηρέτης Αὐρηλίῳ Ἰσιδώρῳ Πτολεμαίου χαίρειν. ἔσχον παρὰ σοῦ τὸ ἐκφόριον ὧν ἐγεώργησάς μου ἀρουρῶν περὶ τὴν ὁριοδεικτίαν Καρανίδος ὑπὲρ γενήματος ιη ἔτους καὶ ϛ ἔτους καὶ δ ἔτους καὶ β ἔτους σίτου ἀρτάβας ἐννέα, σίτου ἀρτάβας θ, γεωργοῦ μένοντός σου τοῦ κλήρου ὡς πρόκειται. Αὐρήλιος Ζωίλος ἔγραψα τὰ ὅλα. ὑπατείας Τατίου Ἀνδρονίκου καὶ Πομπηίου Πρόβου τῶν λαμπροτάτων ἐπάρχων …