Ancient Greek
P.Cair. Isid. 119
Documentary Papyri, P.Cair. Isid. 119
Not analysed yet
Αὐρήλιοι Γεμελλίων καὶ Πασιγένης διʼ ἐμοῦ Ἰσιδώρου Αὐρηλίῳ Ἰσιδώρῳ Πτολεμαίου γεωργῷ χαίρειν. ἀπέσχομεν παρὰ σοῦ τὸ ἐκφόριον καὶ τὸ μέρος τῶν περιγενομένων γενημάτων ὧν ἐγεώργησας ἡμῶν ἀρουρῶν περὶ ὁριοδεικτίαν Καρανίδος ἐν τόπῳ Παμμαρὲς λεγομένῳ ὑπὲρ τῶν ἀνὰ χεῖρα μέχρι τοῦ διεληλυθότος ιη ἔτους καὶ ϛ ἔτους καὶ δ ἔτους καὶ β ἔτους πλήρης, καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Γαλερίου Οὐαλερίου Μαξιμιανοῦ Σεβαστοῦ τὸ η καὶ Γαλερίου Οὐαλερίου Μαξιμίνου Σεβαστοῦ τὸ β Μεχεὶρ κθ. Ἰσίδωρος ἔγραψα τὰ ὅλα.