Ancient Greek
P.Cair. Isid. 120
Documentary Papyri, P.Cair. Isid. 120
Not analysed yet
Αὐρήλιος Ζωίλος πρυτάνεως ὑπηρέτης Αὐρηλίῳ Ἰσιδώρῳ Πτολεμαίου γεωργῷ χαίρειν. ἔσχον παρὰ σοῦ τὸ ἐκφόριονὧν ἐγεώργησάς μου ἀρουρῶν περὶ τὴν ὁριοδεικτίαν ὑπὲρ γενήματος ιθ ἔτους καὶ ζ ἔτους καὶ ε ἔτους καὶ γ ἔτους πυροῦ ἀρτάβας ἐννέα, γίνονται ἀρτάβαι θ, πλήρης. Αὐρήλιος Ζωίλος ἔγραψα τὰ ὅλα. ὑπατείας τοῦ δεσπότου ἡμῶν Γαλερίου Οὐαλερίου Μαξιμίνου Σεβαστοῦ τὸ β ἐπαγομένων γ.