Ancient Greek
P.Cair. Zen. 3 59428
Documentary Papyri, P.Cair. Zen. 3 59428
Not analysed yet
Ζήνωνι χαίρειν Ἑρμίας. γίνωσκε ὅτι ἥκει ὁ ἀδελφὸς ἐπʼ ἐμέ, καλῶν με εἰς Μέμφιν· ὁ γὰρ Ἀγαθοκλῆς ἐν Μέμφει ἐστὶν καὶ ἀναπλεῖ εἰς τὴν Θηβαίδα. σὺ οὖν, εἴ σοι δοκεῖ, περὶ ὧν σοι πρότερον συνελάλησα, ὡς τοῦ ἀνθρώπου χρείαν ἔχοντος κερματίου, σὺ οὖν περί μου γράψον πρὸς αὐτόν, ὅπως ἂν φιλανθρωπήσηι τὰ πρὸς ἡμᾶς καὶ τὸ τάχος ἀποστείληι με. ἐὰν οὖν εἰδῶ τὰ περὶ ἐμὲ ἐν τίνι εἰμί, ἵνα καὶ τὴν μητέρα καὶ τὸ ἀδέλφιον μεταπέμψωμαι ὧδε. εὐτύχει.