Ancient Greek
P.Corn. 9
Documentary Papyri, P.Corn. 9
Not analysed yet
Ἰσιδώρᾳ κροταλιστρίᾳ παρὰ Ἀρτεμισίης ἀπὸ κώμης Φιλαδελφείας. βούλομαι παραλαβεῖν σε σὺν ἑτέραις κροταλιστρίαις β λειτουργήσαι παρʼ ἡμῖν ἐπὶ ἡμέρας ἓξ ἀπὸ τῆς κδ τοῦ Παῦνι μηνὸς κατʼ ἀρχαίους, λαμβανόντων ὑμῶν ὑπὲρ μισθοῦ καθʼ ἡμέραν ἑκάστην δραχμὰς λϛ καὶ ὑπὲρ πασῶν τῶν ἡμερῶν κριθῆς ἀρτάβας δ καὶ ἄρτων ζεύγη κ, ὅσαδὲ ἐὰν κατενέγκητε ἰμάτια ἢ χρυσᾶ κόσμια, ταῦτα σῶα παραφυλάξομεν, παρεξόμεθα δὲ ὑμῖν κατερχομένοις ὄνους δύο καὶ ἀνερχομένοις τοὺς ἴσους. ἔτους ιδ Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Σεβαστῶν καὶ Πουβλίου Σεπτιμίου Γέτα Καίσαρος Σεβαστοῦ. Παῦνι ιϛ.