Ancient Greek
1.FrB.26 to 1.FrB.41
Documentary Papyri, P.Flor. 1 1.FrB.26-41
Not analysed yet
Βησαρίων ὁ καὶ Εὐδαίμων ἐπιτηρητὴς σεσημείωμαι. Πτολέμα ἡ καὶ Τβῆσις Ὡρίωνος τοῦ Ἑρμίου μητρὸς Δημητρίας τῆς καὶ Τερεῦτος Ὡρίωνος Ἑρμοπολεῖτις ἀναγραφομένη ἐπὶ Φρουρίου λιβὸς μετὰ κυρίου τοῦ πατρὸς Ὡρίωνος Ἑρμίου ἐπηκολούθηκα τῇ προκειμένῃ διαγραφῇ καὶ ἔχω χρῆσιν κεφαλαίου ἀργυρίου δραχμὰς διακοσίας, γίνονται ἀργυρίου δραχμαὶ σ ἀκολούθως τῇ ἀνενεχθησομένῃ διʼ ἀγορανομίου ἐν Ἑρμοῦ πόλει δανείου ὑποθήκῃ τοῦ ὑπάρχοντος μοι λοιποῦ βίκου ἑνὸς τετάρτου ἀπὸ ἐλαιουργείου καὶ καμάρας καὶ αὐλῆς καὶ ἀνηκόντων πάντων ἐν κώμῃ Τεκερκεθώθει τοῦ Λευκοπυργείτου κάτω ὡς πρόκειται. ἔτους ιϛ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Φαμενὼθ κη. Ἑρμεῖνος Ἡρώδου ἔγραψα τὸ σῶμα τῆς ὑπογραφῆς. Πτολέμα ἡ καὶ Τβῆσις Ὡρίωνος ἔχω ὡς πρόκιται Ὡρίων Ἑρμίου ἐπιγέγραμμαι τῆς θυγατρός μου κύριος καὶ ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίης γράμματα.