Ancient Greek
P.Flor. 1 2 col. 1
Documentary Papyri, P.Flor. 1 2col1
Not analysed yet
ρμε Φλαύιος Πανίσκος ὁ καὶ Λόγγος στρατηγὸς Ἑρμοπολείτου. τοῦ δοθέντος μοι προσαγγέλματος ὑπὸ κωμάρχων Ποαμπιμήνεως εἰσδιδόντων τὸν διὰ αὐτοῦ ἐνγεγραμμένον τῆς τοπαρχίας τοπάρχην ἴσον δημοσίᾳ πρόκειται ἵνα πάντες εἰδῶσι καὶ ὁ ἀγγελεὶς ἀντιλάβηται τῆς ἐνχειρισθείσης αὐτῷ χρείας ὑγιῶς καὶ πιστῶς. ἐσημειωσάμην. ἔτους ιβ τοῦ κυρίου ἡμῶν Γαλλιηνοῦ Σεβαστοῦ Παῦνι ε. Φλαυίῳ Πανίσκῳ τῷ καὶ Λόγγῳ στρατηγῷ Ἑρμοπολίτου παρὰ Αὐρηλίων Ἑρμαπόλλωνος …μητρὸς Τεεῦτος ὡς ἐτῶν μη οὐλὴ γαστροκνημίᾳ δεξιᾷ καὶ Κουφιο… μητρὸς Ταχώνσιος ὡς ἐτῶν μα οὐλὴ ἀντικνημίῳ δεξιῷ ἀμφοτέρων κωμαρχῶν κώμης Παομπιμήπεως. δίδομεν καὶ προσαγγέλλομεν τὸν ὑπογεγραμμένον τοπάρχην ἐφʼ ᾧ αὐτὸν πάντα τὰ διαφέροντα τῇ χρείᾳ ἀποπληρῶσαι ἀμέμπτως ὄντα εὔπορον καὶ ἐπιτήδειον κινδύνῳ ἡμῶν καὶ πάντων τῶν καταμενόντων ἐν τῇ αὐτῇ κώμῃ ἐξ ἀλληλεγγύης ὃν καὶ ἡμεῖς ἐγγυώμεθα. ἔστι δέ· Χῶνσις Παθώτου μητρὸς Θ… ὡς ἐτῶν με πόρον ἔχων δραχμῶν Β. διευτύχει. ἔτους ιβ Αὐτοκράτορος Καίσαρος Πουπλίου Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Παῦνι δ οἱ προκείμενοι κωμάρχαι ἐπιδεδώκαμεν. Αὐρήλιος Ἑρμησίων ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων Αὐρήλιος Σερῆνος ὑπηρέτης δημοσίᾳ προθεὶς κατεχώρησα …Παῦνι …ἐσημειωσάμην