Ancient Greek
P.Flor. 1 2 col. 2
Documentary Papyri, P.Flor. 1 2col2
Not analysed yet
ρμη Φλαύιος Πανίσκος ὁ καὶ Λόγγος στρατηγὸς Ἑρμοπολίτου. τῶν δοθέντων μοι προσαγγελμάτων ὑπὸ κωμαρχῶν κώμης Ἐκοῦς καὶ Τεμενκύρκεως Ποιμένων καὶ Σινκαταπὴ καὶ Τιμώνθεως εἰσδιδόντων τοὺς διʼ αὐτῶν ἐγγεγραμμένους εἰς δεσμοφυλακίαν εἱρκτῆς ἴσα δημοσίᾳ πρόκειται ἵνα πάντες εἰδῶσι καὶ οἱ ἠγγελμένοι ἔχωνται τῶν ἐνχειρισθέντων αὐτοῖς ὑγιῶς καὶ πιστῶς εἰς τὸ ἐν μηδενὶ μεμφθῆναι. ἐσημειωσάμην. ἔτους ιβ τοῦ κυρίου ἡμῶν Γαλλιηνοῦ Σεβαστοῦ Παῦνι ϛ. Φλαυίῳ Πανίσκῳ τῷ καὶ Λόγγῳ στρατηγῷ Ἑρμοπολείτου παρὰ Αὐρηλίων Φίβιος Πεμσιτιος μητρὸς Τισόιτος καὶ Ταυρείνου Λαίτου μητρὸς Εὖτος ἀμφοτέρων κωμαρχῶν κώμης Ἐκοῦς. δίδομεν καὶ προσαγγέλλομεν τὸν ὑπογεγραμμένον εἰς δεσμοφυλακίαν τῆς ἐν τῇ μητροπόλει εἱρκτῆς ὄντα εὔπορον καὶ ἐπιτήδειον κινδύνῳ ἡμῶν καὶ πάντων τῶν καταμενόντων ἐν τῇ αὐτῇ κώμῃ ἐξ ἀλληλεγγύης ὃν καὶ ἡμεῖς ἐγγυώμεθα. ἔστι δέ· …ς Τοθήους μητρὸς Εὖτος ὡς ἐτῶν με πόρον ἔχων δραχμῶν Α. διευτύχει. ἔτους ιβ Αὐτοκράτορος Καίσαρος Πουπλίου Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Παῦνι ϛ οἱ προκείμενοι κωμάρχαι ἐπιδεδώκαμεν. Αὐρήλιος Ἑρμησίων ἔγραψα …