Ancient Greek
P.Flor. 1 2 col. 3
Documentary Papyri, P.Flor. 1 2col3
Not analysed yet
Φλαυίῳ Πανίσκῳ τῷ καὶ Λόγγῳ στρατηγῷ Ἑρμοπολίτου παρὰ Αὐρηλίων …ωνος μητρὸς Θαήσιος ὡς ἐτῶν …οὐλὴ ἀντικνημίῳ ἀριστερῷ καὶ Πινούτιος …ς ὡς ἐτῶν με οὐλὴ παρὰ ῥινὶ ἐξ ἀριστερῶν ἀμφοτέρων κωμαρχῶν κώμης Τεμενκύρκεως Ποιμένων. δίδομεν καὶ προσαγγέλλομεν τὸν ὑπογεγραμμένον εἰς δεσμοφυλακίαν τῆς ἐν τῇ μητροπόλει εἱρκτῆς ἐπὶ μῆνας ἓξ ἀπὸ α τοῦ ὄντος μηνὸς Παῦνι τοῦ ἐνεστῶτος ιβ ἔτους ὄντα εὔπορον καὶ ἐπιτήδειον κινδύνῳ ἡμῶν καὶ πάντων τῶν καταμενόντων ἐν τῇ αὐτῇ κώμῃ ἐξ ἀλληλεγγύης ὃν καὶ ἡμεῖς ἐγγυώμεθα. ἔστι δέ. Πινουτίων …ὡς ἐτῶν λε πόρον ἔχων δραχμῶν Α. διευτύχει. ἔτους ιβ Αὐτοκράτορος Καίσαρος Πουπλίου Λικκινίου Γαλλιηνοῦ Γερμανικοῦ ……ὑπηρέτης …