Ancient Greek
P.Flor. 1 2 col. 4
Documentary Papyri, P.Flor. 1 2col4
Not analysed yet
Φλαυίῳ Πανίσκῳ τῷ καὶ Λόγγῳ στρατηγῷ Ἑρμοπολίτου παρὰ Αὐρηλίων Ἀχιλλέως Πετοβάσθιος μητρὸς Εὖτος ὡς ἐτῶν μη οὐλὴ γόνατι ἀριστερῷ καὶ Διονυσίου Σαραπίωνος ἀμφοτέρων κωμαρχῶν κώμης Σινκαταπὴ διʼ ἐμοῦ τοῦ παρόντος Ἀχιλλέως. δίδομεν καὶ προσαγγέλλομεν τὸν ὑπογεγραμμένον ἐπὶ μῆνας ἓξ εἰς δεσμοφυλακίαν τοῦ ἐν τῇ μητροπόλει δεσμοφυλακίου ὄντα εὔπορον καὶ ἐπιτήδειον κινδύνῳ ἡμῶν καὶ πάντων τῶν καταμενόντων ἐν τῇ αὐτῃ κώμῃ ἐξ ἀλληλεγγύης ὃν καὶ ἡμεῖς ἐγγυώμεθα. ἔστι δέ· Κολλοῦθος Κουρήνιος μητρὸς Εὖτος ὡς ἐτῶν μ πόρον ἔχων δραχμῶν Α. διευτύχει. ἔτους ιβ Αὐτοκράτορος Πουπλίου Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Παῦνι ϛ οἱ προκείμενοι κωμάρχαι διʼ ἐμοῦ Ἀχιλλέως ἐπιδεδώκαμεν. Αὐρήλιος Ἑρμησίων ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴεἰδότος. …Παῦνι ϛ …