Ancient Greek
P.Lond. 2 p. 252 no. 356
Documentary Papyri, P.Lond. 2 356
Not analysed yet
Προκλήιος Πεκύσει τῶι φιλτάτωι χαίρειν καλῶς ποιήσεις ἰδίωι κινδύνῳ τὸ καλὸν πωλήσας ἐξ ὧν ἐάν σοι εἴπῃ φαρμάκων ἔχειν χρείαν Σώτας ὁ φίλος μου ὥστε ἐμοὶ κατενεγκεῖν αὐτὸν εἰς Ἀλεξάνδρειαν. ἐὰν γὰρ ἄλλως ποιήσῃς ὥστε σαπρὸν αὐτῷ δοῦναι τὸ μὴ χωροῦν ἐν τῇ Ἀλεξανδρείᾳ γίγνωσκε σεαυτὸν ἕξοντα πρὸς ἐμὲ περὶ τῶν δαπανῶν. ἄσπασαι τοὺς σοὺς πάντας. ἔρρωσο Πεκύει ἀπόδος