Ancient Greek
P.Lond. 3 p. 122 no. 1214 a
Documentary Papyri, P.Lond. 3 1214a
Not analysed yet
Διόδοτος Νωρβάνας Κλάρας Μητόκωι ἐπακολουθοῦντος Γαίου Ἰουλίου Σαλουίου σιτολόγωι χαίρειν· μέτρησον ἐμοὶ ὑπὲρ μηνὸς Τῦβι πυροῦ ἀρτάβην μίαν α καὶ Σόφῳ ὁμοίως ὑπὲρ τοῦ αὐτοῦ μηνὸς α. ἔτους ιβ Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος Τῦβι ι. Γάιος Ἰούλιος Σαλούιος σεσημείωμαι τὰς τοῦ πυροῦ ἀρτάβας δύο γίνονται πυροῦ ἀρτάβαι β καθὼς πρόκιται.