Ancient Greek
P.Lond. 3 p. 228 no. 1245
Documentary Papyri, P.Lond. 3 1245
Not analysed yet
Αὐρήλιοι Ἥρων Πολυδεύκους διʼ ἐμοῦ Φιβίωνος ἀδελφοῦ καὶ Φιλάμμων Ἑρμοῦ καὶ Ἑρμῆς Φιλτατίου βουλευταὶ Ἑρμουπόλεως διαδόται Φιλῶν ιε ἰνδικτίονος Αὐρηλίῳ παρήνεγκας καὶ παραδέδωκας ἡμῖν εἰς εὐθενίαν τῶν παρʼ ἡμῖν διακειμένων γενναιοτάτων στρατιωτῶν ὑπὸ Τραιανὸν ἔπαρχον κανόνος α ἰνδικτίωνος ὄξους ξέστας τετρακισχιλίους γίνονται ὄξους ξέσται Δ μόνους καὶ ἐξεδώκαμέν σοι ταύτην τὴν ἀποχὴν πρὸς ἀσφάλειαν καὶ ἐπερωτηθέντες ὡμολογησάμεν. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωσταντίου Αὐγούστου τὸ θ καὶ Κλαυδίου Ἰουλιανοῦ τοῦ ἐπιφανεστάτοῦ Καίσαρος τὸ β …