Ancient Greek
P.Lond. 3 p. 224-225 no. 1246
Documentary Papyri, P.Lond. 3 1246dupl
Not analysed yet
Φλαυίῳ Ὀλυμπιοδώρῳ τῷ καὶ Ἀσυνκριτίῳ καὶ Ἀχιλλεῖ Εὐδαίμονος χωματεπείκται νόμου Ἑρμοπολίτου μερῶν νοτινῶν παρὰ Αὐρηλίων …Φίβιος καὶ Π …ἀμφοτέρων κωμάρχων ἀπὸ ἐποικίου Πατελκίου τοῦ αὐτοῦ νομοῦ. δίδομεν καὶ εἰσαγγέλλομεν εἰς τὴν ὑδροφυλακίαν διακόπου…οα …ως …καὶ τῶν ὁρίων …ἰδίῳ ἡμῶν κινδύνῳ καὶ πάντων τῶν ἀπὸ τῆς κώμης ἐξ ἀλληλεγγύης τοὺς ἑξῆς ἐγγεγραμμένους ὄντας εὐπόρους καὶ ἐπιτηδείους εἰς τοῦτο ἐφʼ ᾧ αὐτοὺς ἐντεῦθεν αι… σθαι καὶ ἀντιλαβέσθαι τῆς ἐγχειρισθείσης αὐτοῖς ὑδροφυλακίας ἀμέμπτως καὶ ἀλειποτακτοῦντας εἴσι δέ· Αὐρήλιοι Σερῆνος Πυ…ιτου Ὡρίων Ταυρίνου Λεῦς Ἀκῆτος Σερῆνος Χώνσιος Ἀλέξανδρος Σιλβανοῦ Φῖβις Μελᾶτος Ἠλίας Σαλαμῶνος Ἀροοῦς Προοῦτος Σόεις Κάστορος Ἀπόλλων Πρεμμεώτου οὕσπερ ἐγγυώμεθα ἀμέμπτως ἀποπληροῦντας τὴν ἐνχειρισθεῖσαν αὐτοῖς ὑδροφυλακίαν. ἐὰν δέ τις αὐτῶν ἀφυστερήσῃ καὶ μὴ παραστήσωμεν ἡμεῖς αὐτοὶ τὸν ὑπὲρ αὐτοῦ λόγον ὑπομενοῦμεν καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν ὡς πρόκιται. ὑπατείας Φλαυίων Ἀμαντίου καὶ τῶν λαμπροτάτων Μεσορὴ κζ. οἱ προκίμενοι κωμάρχοι ἐπιδεδώκαμεν ὡς πρόκιται. Αὐρήλιος Ἀνουβᾶς γραμματεὺς τοῦ αὐτοῦ ἐποικίου ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων.