Ancient Greek
P.Lond. 3 p. 225-226 no. 1247
Documentary Papyri, P.Lond. 3 1247dupl
Not analysed yet
Φλαυίῳ Ὀλυμπιοδώρῳ τῷ καὶ Ἀσινκριτίῳ καὶ Ἀχιλλεῖ Εὐδαίμονος Χωματεπεῖκται νοτινῶν μερῶν νομοῦ Ἑρμουπολίτου παρʼ Αὐρηλίων Τυράννου Πινουττίωνος καὶ Πεκύσιος Παθώτου κωμάρχων καὶ …ατως Ὥρου καὶ Πανίκητος Πιτηέους καὶ …Σιλβανοῦ καὶ Ἁτρῆς Πανᾶτος καὶ Εὐσεβοῦς …ωιτος καὶ Πενουτίωνος Νὰ καὶ Πατῶς Κλώμιος καὶ Πεεῦς Κολλούθου οἱ πάντες ἀπὸ κώμης Σεντρύφω τοῦ αὐτοῦ νομοῦ. δίδομεν καὶ εἰσαγγέλλομεν εἰς τὴν ὑδροφυλακίαν τῶν ὁρίων διακόπου τῇ τη… ἡμῶν κώμης τοὺς ἑξῆς ἐγγεγραμμένους ὑδροφύλακας οὕσπερ ὄντας εὐπόρους καὶ ἐπιτηδείους πρὸς τὸ λειτούργημα. ἐὰν δέ τις αὐτῶν λειποτακτήσῃ καὶ μὴ παραστήσωμεν ἡμεῖς αὐτοὶ τὸν ὑπὲρ αὐτῶν λόγον ὑπομενοῦμεν ἢ ἔνοχοι εἶμεν τῷ θείῳ ὅρκῳ καὶ τῷ περὶ τούτου κινδύνῳ. ἔστι δέ· Πεεῦς Νείλου Ἀροοῦς Ἠλία Σόις Κολλούθου Πεεῦς Ἁτρῆτος Σιλβανὸς Στεφάνου Παπνοῦτις Κάστορος Ἑρμῖνος Ἁτρῆτος Τύραννος Κάστορος Πανίκητος Εὐδαίμωνος Δῖος Πω…υλιος οἱ προκίμενοι δημόσιοι ἐπιδεδώκαμεν τοὺς ὑδροφύλακας πρὸς τὴν τήρησιν τοῦ ὕδατος ὡς πρόκιται. ὑπατείας Φλαυίων Ἀμαντίου καὶ Ἀλβίνου τῶν λαμπροτάτων τῇ β Ἐπαγομένων. Αὐρήλιος Ὡρίων ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων.