Ancient Greek
P.Mich. 3 170
Documentary Papyri, P.Mich. 3 170
Not analysed yet
Ἀπολλωνίωι καὶ Διδύμωι τοπογραμματεῦσι καὶ κωμογραμματεῦσιν Ὀξυρύγχων πόλεως παρὰ Παυσίριος τοῦ Ἀμμωνίου λαύρας Ἱππέων Παρεμβολῆς. βουλόμενος ἐκδόσθαι μου τὸν υἱὸν Ἀμμώνιον οὐδέπω ὄντα τῶν ἐτῶν ὥστε μαθεῖν τὴν γερδιακὴν τέχνην ἀπὸ τοῦ ἐνεστῶτος δεκάτου ἔτους Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος διδασκάλῳ Ἀπολλωνίῳ Ἀπολλωνίου λαύρας τῆς αὐτῆς Παρεμβολῆς· διὸ ἀξιῶ ἀναγράψεσθαι τὸν υἱὸν ἐν τοῖς τοῦ αὐτοῦ ἔτους μαθηταῖς ὡς καθήκει. εὐτυχεῖτε. Δίδυμος σεσημείωμαι. ἔτους δεκάτου Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Σεβαστοῦ ιθ. Ἀπολλώνιος σεσημείωμαι. ἔτους δεκάτου Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Σεβαστοῦ ιβ.