Ancient Greek
P.Mich. 5 337
Documentary Papyri, P.Mich. 5 337
Not analysed yet
ἔτους τρεισκαιδεκάτου Τιβερίου Καίσαρος Σεβαστοῦ μηνὸς Σεβαστοῦ ἐννεακαιδεκάτῃ ἐν Τεβτύνει τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Μαρεψῆμις Ψοίφιος, ὡς ἐτῶν ἑξήκοντα οὐλὴ μετώπωι ἐκ δεξιῶν, Ὀννώφρει Ψοίφιος, ὡς ἐτῶν εἴκοσι πέντε οὐλὴ ταρσῶι δεξιῶι, ἀπεσχηκέναι παρʼ αὐτοῦ τὴν τιμὴν καὶ τοὺς μισθοὺς ἐκ πλήρους ὧν ἤργασται Τεναιν ἐδαφῶν ἱερᾶς γῆς ἀρουρῶν τριῶν ἢ ὅσαι ἐὰν ὦσι περὶ τὴν αὐτὴν κώμην πέρα Χωμηνιακῆς διώρυγος ἀπὸ τοῦ ἀπηλιώτου καὶ ἐμβλήματος Τεσενεπνούτιος, ἐν τῷ ἐνεστῶτι τρεισκαιδεκάτῳ ἔτει Τιβερίου Καίσαρος Σεβαστοῦ, καὶ οὐδὲν αὐτῶι ἐγκαλεῖ περὶ οὐδενὸς ἁπλῶς πράγματος περὶ τῶν δηλουμένων ἔργων. ἡ συγγραφὴ κυρία ἔστω.