Ancient Greek
P.Mich. 9 525
Documentary Papyri, P.Mich. 9 525
Not analysed yet
Τίτῳ Ἁτερίῳ Νέπωτι ἐπάρχῳ Αἰγύπτου παρὰ Σαραποῦτος Πετνῆτος τοῦ Τιθόιτος τῶν ἀπὸ κώμης Καρανίδος τοῦ Ἀρσινοείτου. ὁ ἀνήρ μου Πετεεῦς ἀπὸ τῆς αὐτῆς κώμης ἐτελεύτησε καταλιπὼν ὀρφανὰ τέκνα δύο Θέωνα καὶ …ναιν καὶ σιτικὰ ὑπάρχοντα καὶ οἰκόπεδα καὶ ἐνδομενίαν, ἅπερ πάντα βιαίως ἀντιποιεῖται …εῶς ὁ τοῦ προκειμένου ἀνδρός μου ἀδελφός. ἔτι δὲ καὶ πρὸς …αὐτὸς ἐπεισῆλθεν ἐν τῇ οἰκίᾳ νύκτωρ καὶ πάντα τὰ ἐν τῇ οἰκίᾳ …ρκλερ… τρόπῳ ἐβάσταξε. ὅθεν τὸν ἀρχέφοδον τῆς κώμης ἀνήγαγον ὃς ἐχειρογράφησε τὸν προκείμενον ἀδελφὸν εἶναι τὸν ἐπελθόντα. διὸ πεποίηκα τήν σοι …α τὸν …ς… μου ἀκοῦσαι πρὸς ε…ρο…ι…ας αὐτ…τουσ…ας ἵνα ὦ εὐεργετημένος. διευτύχει.