Ancient Greek
P.Oxy. 1 47
Documentary Papyri, P.Oxy. 1 47
Not analysed yet
καταλοχισμ πλ. Ἀχιλλεὺς ὁ προκεχειρισμένος ὑπὸ Πύρρου τοῦ ἀσχολουμένου τοὺς καταλοχισμοὺς τῆς Αἰγύπτου τοῖς ἀγορανόμοις χαίρειν. Τεῶτος τοῦ Πετααρπεβήκιος τοῦ Τεῶτος, ἱερέως Θοήριδος καὶ Ἴσιδος καὶ Σαράπιδος καὶ τῶν συννάων θεῶν μεγίστων, παρακεχωρημένου παρὰ Διδύμου τοῦ καὶ Ἀμοιτᾶτος Χαίρειτος τοῦ Ἁρπαησίωνος τὴν ὑπάρχουσαν αὐτῷ περὶ Σενοκῶμιν τῆς πρὸς λίβα τοπαρχίας ἐκ τοῦ Ζηνοδώρου κλήρου ἀπὸ κοινῶν καὶ ἀδιαιρέτων πρός τε τὸν τοῦ Τεῶτος πατέρα Πετεαρπεβῆκιν…