Ancient Greek
P.Oxy. 14 1663
Documentary Papyri, P.Oxy. 14 1663
Not analysed yet
Τούρβων Κλέωνι τῶι τιμιωτάτωι χαίρειν. πάνυ ἥσθην ἀκούων σε ἐν τῷ Θεινίτῃ διάγειν καὶ συνήδομαί γε τῷ φίλῳ σου κηδεμόνι ἀγαθῷ καὶ ἐπιεικεστάτῳ εἰς τὰ πραγμάτια ἑαυτοῦ α…μενῳ. Σωτῆρα δέ, ἐξ οὗ τὴν ἀφορμὴν ἔσχον ἐπιστεῖλαί σοι, παρατίθεμαί σοι, ἄδελφε, ἵνα ὁρᾳς αὐτὸν ὡς Σερῆνον τὸν μικρὸν ἡμῶν ἀδελφόν, οὐ μόνον διὰ τὸ ἦθος τὸ χρηστὸν ἄξιον τοῦ τυχεῖν ἀλλὰ καὶ …Κλέωνι γραμματεῖ στρατηγοῦ Ὀξυρυγχίτου παρὰ Τούρβωνος βοηθοῦ Φιλοξένου καθολικοῦ γραμματέως διοικητοῦ.