Ancient Greek
P.Oxy. 14 1671
Documentary Papyri, P.Oxy. 14 1671
Not analysed yet
κυρίῳ μου Ζωίλῳ Διονύσιος χαίρειν. ὁ δεκάπρωτος πολλὰ ἡμῖν ἐνοχλεῖ περὶ τῆς ἐμβολῆς τοῦ σίτου. πέμψον οὖν ἡμῖν Διονύσιον, αὐτὸς γὰρ οἶδεν τὸν λόγον τῆς μετρήσεως, καὶ ἐν τῇ ἀναβάσει ἐνεβαλόμεθα. καὶ νῦν ἐνοχλεῖ ἡμῖν καὶ τοῖς γεωργοῖς κτήνη οὐκ ἔχουσι, καὶ περὶ χόρτου καὶ περὶ τῆς δαπάνης ἐνοχλεῖ. πέμψον αὐτόν, αὐτὸς οἶδεν τὸν λόγον, ἵνα καὶ κτήνη παραλάβωμεν. περὶ τῆς Φοινίκης οὐδέν μοι ἔγραψας. γράψον οὖν ἵνα τὴν διαταγὴν μάθω. καὶ περὶ τῶν ποταμιτῶν εἰς τὰς καλαμείας γράψον μοι ὅτι ποῦ εὑρίσκομεν. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις, κύριε. κυρίῳ μου Ζωίλῳ παρὰ Διονυσίου.