Ancient Greek
P.Oxy. 14 1672
Documentary Papyri, P.Oxy. 14 1672
Not analysed yet
Δημήτριος καὶ Παυσανίας Παυσανίαι τῶι πατρὶ πλεῖστα χαίρειν καὶ ὑγιαίνειν. ᾗ ἡμέρᾳ ἐξέστης ἡμῶν πεπράκαμεν χόας λβ ξένοις προσώποις ἐν οἷς ἦν καὶ πολλὰ λέα οἰνάρια ἐκ δραχμῶν ε μετὰ χάριτος, ὥστε αἱ πράσεις ἡμῶν καλλιότεραι γεγόνασι λίαν, καὶ ἐλπίζομεν ὅτι καλλιότεραι τούτων γενήσονται. διὸ γράφομέν σοι ἵνʼ εἰδῇς πότερόν σε δεῖ ἀνενέγκαι τὸ ὅλον ἢ μέρος εἰς τὴν πόλιν. καλῶς δὲ ποιήσεις ἐάσεις ἐν Πέλα ,ἵνα πραθῇ τὰ τῆς τετάρτης ληνοῦ μόνης. ἐπιγνοὺς οὖν τὸν παρὰ σοὶ ἀέρα ἱκανὸς ἔσῃ περὶ πάντων. Μουνάτιος δὲ ὁ φίλος συντυχὼν ἔλεγεν συμπεφωνηκέναι τοῖς ἐκ τῆς κώμης αὐτοῦ μετὰ χάριτος τοῖς ο… ἐκ δραχμῶν λβ. ἔρρωσο. ἔτους …Γαίου Καίσαρος Αὐτοκράτορος Σεβαστοῦ Παῦνι β…