Ancient Greek
P.Oxy. 36 2787
Documentary Papyri, P.Oxy. 36 2787
Not analysed yet
Διονύσιος Τ… τῆι ἀδελφῆι χαίρειν, κόμισαι παρὰ τοῦ πατρὸς Χαιρήμονος ἔσοπτρον καὶ τὰ δελτάρια καὶ χιτῶνα Ταψόιτος. ἄσπασαι τὰ παιδία καὶ τοὺς ἐν οἴκωι, ἀσπάζεταί σε Χαιρήμων καὶ τὰ παιδία καὶ Ἄγαθός σε ἀσπάζεται ἐρχομένῳ σταφυλὰς …ἐρρῶσθαί σε εὔχομαι ἐπεὶ ὁ στρατηγός μοι περὶ τούτου ἐπέθετο Ἀρίστων σοι ἀναγνώτω τὸ πεμφθὲν αὐτῷ πιττάκιον. ἐρρῶσθαί σε εὔχομαι. ἀπὸ Διονυσίου, ἐπισκέπτου Ἡρακλεοπολίτου.