Ancient Greek
P.Oxy. 38 2862
Documentary Papyri, P.Oxy. 38 2862
Not analysed yet
Λουκιλλιανὸς Διδύμῳ καὶ Ἡρακλείδῃ τοῖς τιμιωτάτοις χαίρειν. τὸ πρᾶγμα περὶ οὗ μοι ἐπεστείλατε συνεπέρανα, μηδὲν εἰς τοῦτο ἀναλώσας, ἀλλὰ τὸ πρᾶγμα αἰτησάμενος. μαρτυρήσει δὲ ὑμῖν καὶ ὁ ὑφʼ ὑμῶν διαπεμφθεὶς ὅτι οὐκ ὤκνησα. προσαγορεύετε τὴν ἀγαθὴν Πτολεμαΐδα καὶ τὰ τέκνα ὑμῶν. μεθʼ ὧν ἐρρῶσθαι ὑμᾶς θεοῖς πᾶσι εὔχομαι. Διδύμῳ ἐξηγητ …παρὰ Λουκιλλιανοῦ.