Ancient Greek
P.Oxy. 54 3750
Documentary Papyri, P.Oxy. 54 3750
Not analysed yet
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίνου Σεβαστοῦ τὸ ε καὶ Λικινίου Καίσαρος τὸ α. Οὐαλερίῳ Ἀμμωνιανῷ τῷ καὶ Γεροντίῳ διοικοῦντι λογιστείαν Ὀξυρυγχίτου παρὰ τοῦ κοινοῦ τῶν ἁλοπωλῶν διʼ ἐμοῦ Αὐρηλίου Παήσιος Σαπρίωνος. ἀκολούθως τοῖς κελευσθεῖσιν ἰδίῳ τιμήματι προσφωνῶ τὴν ἑξῆς ἐνγεγραμμένην τιμὴν ὧν χειρίζω ὠνίων καὶ ὀμνύω τὸν θεῖον ὅρκον μηδὲν διεψεῦσθαι. ἔστι δέ· ἁλὸς ἀρτάβης α δηνάρια σν. ὑπατείας τῆς προκειμένης, Φαμενὼθ λ. Αὐρήλιος Παῆσις ἐπιδέδωκα προσφωνῶν ὡς πρόκειται. Αὐρήλιος Ὡρίων ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος.