Ancient Greek
P.Oxy. 54 3751
Documentary Papyri, P.Oxy. 54 3751
Not analysed yet
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίνου Σεβαστοῦ τὸ ε καὶ Λικινίου Καίσαρος τὸ α. Οὐαλερίῳ Ἀμμωνιανῷ τῷ καὶ Γεροντίῳ διοικοῦντι λογιστείαν Ὀξυρυγχίτου παρὰ τοῦ κοινοῦ τῶν ἐριοπωλῶν τῆς λαμπρᾶς Ὀξυρυγχιτῶν πόλεως διʼ ἐμοῦ Αὐρηλίου Πεκύλλου Στεφάνου. ἀκολούθως τοῖς κελευσθεῖσιν ἰδίῳ τιμήματι προσφωνῶ τὴν ἑξῆς ἐνγεγραμμένην τιμὴν ὧν χειρίζω ὠνίων καὶ ὀμνύω τὸν θεῖον ὅρκον μηδὲν διεψεῦσθαι. ἔστι δέ· ἐρίου λευκοῦ ἐντοπίου λίτρας α δηνάρια ρν. ἰδιοχρώμων καὶ ἄλλων χρωμάτων λίτρας α δηνάρια ροε. ὑπατείας τῆς προκειμένης, Φαμενὼθ λ. Αὐρήλιος Πεκύλλος ἐπιδέδωκα προσφωνῶν ὡς πρόκειται.