Ancient Greek
P.Oxy. 56 3871
Documentary Papyri, P.Oxy. 56 3871
Not analysed yet
αἰτῶ τὴν ὑμετέραν γνησίαν ἀδελφότητα τὸ ὁλαίγειον καρακάλλιν τὸ παλαιόν, ὅπερ ἔλαβεν ἀπὸ τοῦ κνάφεως, πέμψαι μοι διὰ Θεοδώρου τοῦ λαμπροτάτου μειζοτέρου, ἐπειδή, ὡς οἶδεν, ἠλλάγησαν οἱ ἀέρες. τὴν δὲ ὑγίειαν αὐτῆς καὶ τῶν παιδίων αἰτῶ αὐτὴν σημᾶναί μοι καὶ τὸ τί κελεύει ὁ κοινὸς δεσπότης ὁ ἐνδοξότατος ἀντιγεοῦχος ἕνεκεν τοῦ πεμφθῆναί με ἐν τῇ Ἡρακλέους, ἐπειδὴ πάνυ μεριμνῶ διὰ τὸ αὐτὸν γράφειν μοι συνεχῶς ἀποκαθαρίσαι τὸν λόγον μου ἐνταῦθα καὶ καταλαβεῖν τὴν Ὀξυρύγχων καὶ εἰ ἐκεῖ εἰσὶν ἀκμὴν οἱ Ἡρακλεοπολῖται . δεσπότῃ ἰδίῳ καὶ ἀδελφῷ Θεοδώρῳ κόμιτι μειζοτέρῳ Γεώργιος ἐπικείμενος.