Ancient Greek
P.Oxy. 57 3906
Documentary Papyri, P.Oxy. 57 3906
Not analysed yet
κωμογραμματεῖ Χύσεως καὶ ἄλλων κωμῶν τῆς Ἄνω τοπαρχίας παρὰ Αὐρηλίων Ἰουλίου Ἀμμωνίου μητρὸς Σαρ…ος καὶ Ἀκαιραίου Παποντῶτος μητρὸς Διονυσίας καὶ Κοπρέως Σαρᾶτος μητρὸς Ταύριος καὶ Παποντῶτος Κορνηλίου μητρὸς Σάψιος πάντων ἀπὸ κώμης Σιγκέφα. αἰτούμεθα ἐπισταλῆναι εἰς σπέρματα δάνεια ἀπὸ πυροῦ γενήματος τοῦ διελθόντος η ἔτους εἰς κατασπορὰν τοῦ ἐνεστῶτος θ ἔτους εἰς ἣν γεωργοῦμεν βασιλικὴν γῆν περὶ τὴν αὐτὴν κώμην, προτεταγμένου μὲν Μάρκου Λολλίου Λεωνίδου καὶ Ἀθηνοδώρου Ἀθηνοδώρου γεωργῶν πρότερον Ἡρακλείδου Πτολεμαίου ἀγορανομήσαντος καὶ γυμνασιαρχήσαντος καὶ Α… ναρίας τῆς καὶ Ἀριστάνδρας ἐκ μὲν τοῦ Δωσιθέου εἰς Διον Ἀγαθείνου ἀνὰ πυροῦ ἀρτάβας β η ιϛ καὶ δραχμὰς ε διώβολον χαλκοῦς γ ἀπὸ ἀρουρῶν κϛ 𐅵η τὸ ἥμισυ τέταρτον ἀρούρας ιθ 𐅵δ η λβ καὶ ἐκ τοῦ Κέλσου ἀνὰ πυροῦ ἀρτάβας γ λβ ἀρούρας γ 𐅵καὶ ἀπὸ ἀρουρῶν θ 𐅸τὸ ἥμισυ τέταρτον ἀρούρας ζ δ ιϛ καὶ ἐκ τοῦ Ἀσκληπιάδου πρότερον τοῦ αὐτοῦ Διον Ἀγαθείνου ἀνὰ πυροῦ ἀρτάβας β η ιϛ λβ ρκη καὶ δραχμὰς ε πεντώβολον χαλκοῦς γ ἀρούρας ιθ 𐅵δ καὶ ἐκ τοῦ βασιλ πρ χλ ἀνὰ πυροῦ ἀρτάβας ε 𐅵ἀπὸ ἀρουρῶν ιβ 𐅵δ λβ ξδ τὸ ἥμισυ τέταρτον ἀρούρας θ 𐅵η ξδ καὶ ἐκ τοῦ Ἀριστονίκου εἰς Παποντῶτα Ἀρίστωνος τοῦ Α…υ ἀνὰ πυροῦ ἀρτάβας γ δ λβ ξδ καὶ δραχμὰς ϛ ἀπὸ ἀρουρῶν ζ 𐅵τὸ ἥμισυ τέταρτον ἀρούρας ε 𐅵η καὶ ἐκ τοῦ …εως πα… 𐅵τοῦ …