Ancient Greek
P.Oxy. 57 3907
Documentary Papyri, P.Oxy. 57 3907
Not analysed yet
……ιτ… ἐπὶ ὀνόματος Πτολεμαίου τοῦ καὶ Πα…ου Ἀλεξάνδρου περὶ τὴν αὐτὴν Ψῶβθιν ἐκ τοῦ Φιλονίκου κ…β…η καὶ ἄλλων εἰδῶν ἀρούρας ϛ πυροῦ νέου καθαροῦ ἀδόλου ἀκρίθου κεκοσκινευμένου μετρήσει τῇ κελευσθείσῃ μέτρῳ δημοσίῳ ἀρτάβας ϛ ἃς καὶ καταθήσεται εἰς τὴν γῆν ὑγιῶς καὶ πιστῶς μηθὲν νοσφισάμενος ἐπακολουθούντων τῇ καταθέσει τῶν τε κατασπορέων καὶ τοῦ κωμογραμματέως καὶ τῶν ἄλλων τῶν ἐπὶ τῆς κατασπορᾶς τεταγμένων, παρʼ οὗ καὶ λάβετε τὴν καθήκουσαν χειρογραφίαν δισσὴν ὧν τὴν ἑτέραν ἐμοὶ ἀναδώσετε. ἔτους γ Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ μηνὸς Νέου Σεβαστοῦ ιδ.