Ancient Greek
P.Oxy. 57 3908
Documentary Papyri, P.Oxy. 57 3908
Not analysed yet
……υσις ἐπʼ ὀνόματος Θατρῆτος Διογένους μητρὸς Τανεχώτιδος ἐκ τοῦ Ταρουθίνου καὶ Παρμενίωνος ἄρουραν α …ἄρούρας γ 𐅷σπειρομένας τῷ ἐνεστῶτι γ ἔτει πυρῷ, δαπανῶσι κατὰ ἄρουραν σπερμάτων πυροῦ ἀρτάβην α τὰς συναγομένας πυροῦ καθαροῦ ἀδόλου ἀκρίθου κεκοσκινευμένου μέτρῳ δημοσίῳ ἀρτάβας γ 𐅷,ἃς καὶ καταθήσονται εἰς τὴν γῆν ἐπακολουθούντων τῶν εἰωθότων μηδενὸς ὑπολογουμένου εἰς ὀφειλὴν ἢ εἰς ἕτερόν τι καὶ ἐκ νέων ἀποδώσουσι τὰς ἴσας ἅμα τοῖς τῆς γῆς δημοσίοις, παρ ὧν καὶ λάβετε τὴν καθήκουσαν ἀποχὴν δισσὴν ὧν τὴν ἑτέραν ἐμοὶ ἀναδώσετε. ἔτους γ Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ μηνὸς Νέου Σεβαστοῦ ιζ.