Ancient Greek
P.Oxy. 1 163 descr.
Documentary Papyri, P.Oxy. 6 931
Not analysed yet
Θεόπομπος Σαραπίωνι τῶι τιμιωτάτωι χαίρειν. ὡς ἠθέλησας, κύριε, τὴν οὐγκίαν τῆς πορφύρας ἔπεμψα διὰ τοῦ κομίσαντος τὸ ἀπὸ σοῦ ἐπιστόλιον φύλακος δοθησομένην εἰς τὴν ξενίαν τῆι μικρᾷ· σὲ γὰρ τῶι κρατίστωι ἡγεμόνι ἀκολουθεῖν ἐστοχασάμην. ἐρρῶσθαί σε, κύριέ μου, σὺν τῆι κρατίστηι ἀδελφῆι καὶ τῆι Κυρίλλῃ εὔχομαι. ἔρρωσο. Φαῶφι ιε. Σαραπίωνι στρατηγῶι Σεβεννύτου ἄνω τόπων παρὰ Θεοπόμπου φίλου.