Ancient Greek
P.Oxy. 6 932
Documentary Papyri, P.Oxy. 6 932
Not analysed yet
Θαῒς Τιγρίῳ τῶι ἰδίῳ χαίρειν. ἔγραψα Ἀπολιναρίῳ ἵνα γένηται ἐν τῇ Πέτνη ἵνα μετρήσηι. ἐρεῖ σοι δὲ Ἀπολινάριος πῶς τὰ θέματα καὶ τὰ δημόσια· τὸ ὄνομα ὃ ἂν αὐτός σοι εἴπῃ. ἂν ἔρχῃ ἄφες ἀρτάβας ἓξ εἰς τοὺς σάκκους σφραγίσας λαχανοσπέρμου ἵνα πρόχειροι ὦσι, καὶ ἐὰν δύνῃ ἀναβῆναι ἵνα ἐπιγνοῖς τὸν ὄνον. ἀσπάζεταί σε Σαραποδώρα καὶ Σαβῖνος. τὰ χοιρίδια χωρὶς μοῦ μὴ πώλει. ἔρρωσο.