Ancient Greek
P.Oxy. 67 4627
Documentary Papyri, P.Oxy. 67 4627
Not analysed yet
κυρίῳ μου ἀδελφῶι Ἱερακαπόλλωνι Σερῆνος χαίρειν. θαυμάζω πῶς μέχρι σήμερον παρὰ σεαυτῷ μεμένηκας. οὐκ εἰς ὀλίγην γάρ με ἀγωνίαν ἐνέβαλες τοῦτο ποιήσας. κἂν νῦν τοίνυν ἢ ταχέως κατάλαβέ με ἢ γράψον μοι τί ἐστιν τὸ βράδος, πρό γε δὲ πάντων περὶ τῆς σωτηρίας ὑμῶν καὶ περὶ ὧν ἐνταῦθα χρῄζετε. ἀσπάζομαι τὴν κυρίαν μου ἀδελφὴν καὶ τὴν κυρίαν μου μητέρα καὶ πάντας τοὺς ἡμῶν. ἐρρῶσθαι ὑμᾶς εὔχομαι πολλοῖς χρόνοις. Παχὼν κ. κυρίῳ μου ἀδελφῶι Ἱερακαπόλλωνι Σαράμμων.