Ancient Greek
P.Oxy. 7 1063
Documentary Papyri, P.Oxy. 7 1063
Not analysed yet
χαίροις, τέκνον Ἀμόι. σύμβαλε Ἡρώδῃ τῷ υἱῷ Ἀπίωνος τοῦ γυμνασιάρχου ἐξ ὀνόματός μου καὶ εἶπον αὐτῷ ὅτι σήμερον ὅτε ἔδωκά σοι ὀνόματα τρία ὡς εἰς ἀρχεφοδίαν καὶ τῇ ἑξῆς ἐμοῦ σου πυθομένου τί ἔπραξας εἶπας οὐδένα ἐκείνων εἰς τὴν χρείαν ἔδωκα ἀλλὰ τὸν εἰπόντα πρὸς ὑμᾶς, τοῦτʼ ἔστιν Ἀντᾶν Διονυσίου. τὸ ὄνομα οὖν τοῦτο συντήρησον· Ἁρσᾶν Λέοντος τοῦ Λέοντος μητρὸς Ταβόνφιος. ἐρρῶσθαί σε εὔχομαι. τὸ πιττάκιον ἀναγνοὺς μὴ ἀναδῷς τῷ Ἡρώδῃ. ἀπόδος Ἀμόιτι …ιτ…