Ancient Greek
P.Oxy. 7 1064
Documentary Papyri, P.Oxy. 7 1064
Not analysed yet
Διογένης Διδυμᾶτι τῶι ἀδελφῷ χαίρειν. γενόμενος πρὸς Ἀχιλλᾶν πυνθανόμενος περὶ σοῦ ἔφη ὅτι ἐν τῇ Ψώβθει ἐστίν. γράφω σοι οὖν εἰδώς σου τὸ σπουδαῖον ὅπως συνλάβῃς τῷ Ἄπει ἀπαιτοῦντι τὰ λήμματα τῆς Τακόνα, ξενίαν δὲ αὐτῷ ποιήσῃς, πρὸς τὸ ἐπανελθόντα αὐτὸν μαρτυρῆσαί μοι. ἔρρωσο.