Ancient Greek
P.Oxy. 7 1065 Vo
Documentary Papyri, P.Oxy. 7 1065
Not analysed yet
Στεφάνῳ παρὰ Ἡφαιστίωνος. λαβὼν τὰ γράμματα τοῦ υἱοῦ μου Θέωνος ἐξαυτῆς πάντα ὑπερθέμενος ἐλθέ μοι εἰς τὸ ἐποίκιον διὰ τὰ συμβάντα μοι. ἐὰν δὲ ὀλιγωρήσῃς, ὥσπερ οἱ θεοὶ οὐκ ἐφείσαντό μου οὕτως καὶ ἐγὼ θεῶν οὐ φείσομαι. ἔρρωσο.