Ancient Greek
P.Oxy. 70 4798
Documentary Papyri, P.Oxy. 70 4798
Not analysed yet
…Ἀπίωνος γενομένου πρωτοπατρικίου γεουχοῦσιν καὶ ἐνταῦθα τῇ λαμπρᾷ Ὀξυρυγχιτῶν πόλει, διὰ Μηνᾶ οἰκέτου τοῦ ἐπερωτῶντος καὶ προσπορίζοντος τοῖς ἰδίοις δεσπόταις τοῖς αὐτοῖς πανευφήμοις προσώποις τὴν ἀγωγὴν καὶ ἐνοχήν, Αὐρήλιος Ἀπολλῶς υἱὸς Πασωείου μητρὸς Ταρίλλας, ὁρμώμενος ἀπὸ ἐποικίου Κολοσσοῦ τοῦ Ὀξυρυγχίτου νομοῦ διαφέροντος τῇ ὑμετέρᾳ ὑπερφυείᾳ, ἐναπόγραφος αὐτῆς γεωργός, χαίρειν. χρείας καὶ νῦν γεναμένης εἰς τὴν ὑπʼ ἐμὲ γεουχικὴν μηχανὴν καλουμένην Παρνατης ἀντλοῦσαν εἰς ἀρόσιμον γῆν μεγάλου ἐργάτου ἑνός, ἀνελθὼν ἐπὶ τῆς πόλεως ἠξίωσα τὴν ὑμῶν ὑπερφύειαν ὥστε κελεῦσαί μοι τὸν αὐτὸν μέγαν ἐργάτην παρασχεθῆναι. καὶ εὐθέως ἡ ὑμετέρα ὑπερφύεια πρόνοιαν ποιουμένη τῆς συστάσεως τῶν ἑαυτῆς πραγμάτων τοῦτον παρέσχετό μοι διὰ τοῦ ἐνταῦθα μηχανουργοῦ· καινὸν ἐπιτήδειον ἀντλητικὸν εὐάρεστον ἐδεξάμην εἰς ἀναπλήρωσιν πάντων τῶν μηχανικῶν ὀργάνων ἐν τῇ σήμερον ἡμέρᾳ, ἥτις ἐστὶν Θὼθ κθ τῆς παρούσης πέμπτης ἰνδικτίωνος, ὑδροπαροχίας καρπῶν τῆς σὺν Θεῷ ἕκτης ἐπινεμήσεως. καὶ πρὸς ἀπόδειξιν τῆς ὑποδοχῆς ταύτην πεποίημαι τὴν χειρογραφίαν, ἥτις κυρία οὖσα ἁπλῆ γραφεῖσα καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἀπολλῶς υἱὸς Πασωείου στοιχεῖ μοι ὡς πρόκειται. Παπνούθιος ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου ὄντος. γίνεται ἐργάτης μέγας εἷς μόνος. di emu Papnutiu eteliothe χειρογραφία Ἀπολλῶ υἱοῦ Πασωείου ἀπὸ ἐποικίου Κολοσσοῦ ὑποδοχῆς μεγάλου ἐργάτου ἑνός