Ancient Greek
P.Oxy. 8 1157
Documentary Papyri, P.Oxy. 8 1157
Not analysed yet
κυρίᾳ μου ἀδελφῇ Διονυσίᾳ Παθερμοῦθις χαίρειν. καθὼς ἔπεμψάς μοι φάσιν ὡς ἕνεκεν τῆς ἀπογραφῆς περὶ τοῦ ὑμᾶς ἀπογράψαι, ἐπειδὴ οὖν οὐ δύναμαι ἀναβῆναι ἴδε εἰ δύνῃ ἡμᾶς ἀπογράψαι· ἀλλʼ οὖν μὴ ἀμελήσῃς ἀπόγραψον ἡμᾶς, ἐμέ τε καὶ Πατᾶν· ἐὰν δὲ μάθῃς ὅτι οὐ δύνῃ ἡμᾶς ἀπογράψαι, ἀντίγραψόν μοι καὶ ἐγὼ ἀναβαίνω. καὶ μάθε ὅτι τὸ ἐπικεφάλαιον ἀπαιτοῦσιν, ἐὰν δὲ ἦσαν …τες ἀπαιτῆσαι τὸ ἐπικεφάλαιον, διάγραψον αὐτὸ καὶ ἀναπέμπω σοι τὸ κέρμα· ἐὰν δὲ διαγράψῃς τὸ ἐπικεφάλαιον, δέξαι τὴν ἀποχήν. μὴ οὖν ἀμελήσῃς, ἀδελφή, καὶ γράψον μοι περὶ τῆς ἀπογραφῆς ὅτι εἰ ἀπεγράψω ἢ οὔ, καὶ ἀντίγραψον καὶ ἐγὼ ἀναβαίνω καὶ ἀπογράφομαι. ἐρρῶσθαι σε εὔχομαι πολλοῖς χρόνοις. ἀπόδος Διονυσίᾳ παρὰ Παθερμούθιος.