Ancient Greek
1208.1 to 1208.14
Documentary Papyri, P.Oxy. 9 1208.1-14
Not analysed yet
ἔτους ζ Αὐτοκράτορος Καίσαρος Γαίου Αὐρηλίου Οὐαλερίου Διοκλητιανοῦ καὶ ἔτους ϛ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Οὐαλερίου Μαξιμιανοῦ Γερμανικῶν Μεγίστων Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν Ξαντικοῦ Μεχεὶρ …ἐν τῇ λαμπρᾷ καὶ λαμπροτάτῃ Ὀξυρυγχιτῶν πόλει ἐπὶ Αὐρηλίου Ἀγαθείνου τοῦ καὶ …ωγένους ἀσχολουμένου ὠνὴν ἀγορανομίου καὶ μνημονίου. ὁμολογεῖ Αὐρηλία Θερμούθιον ἐπικεκλημένη Τανεχῶτις Νεφερῶτος μητρὸς Τανεχώτιδος ἀπὸ κώμης Πακέρκη ἀπηλιώτου οὐδέπω οὖσα τῶν ἐτῶν διὰ τοῦ πατρὸς Αὐρηλίου Νεφερῶτος Διονυσίου ἀπὸ τῆς αὐτῆς κώμης ἐν ἀγυιᾷ ἐκμαρτυρεῖσθαι τῷ ἑαυτῆς τιμήματι ἣν προέθετο αὐτῇ Αὐρήλιος Θώνιος Θώνιος ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως ἰδιόγραφον πρᾶσιν γενομένην τῷ διελθόντι ἔτει μηνὶ Ἐπεὶφ ια, ἧς μοναχὸν αὐθεντικὸν ἐπήνεγκεν ἡ ὁμολογοῦσα τῷ πρὸς τῷ μνημονίῳ συνκαταχωρισθησόμενον εἰς τὸ ἐπὶ τόπων βιβλιοφυλάκιον, οὗ ἐστιν ἀντίγραφον· Αὐρήλιος Θώνιος Θώνιος μητρὸς Ἀρτεμιδώρας ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως μετὰ συνβεβαιωτοῦ τοῦ πατρὸς τοῦ καὶ ἔχοντος αὐτὸν ὑπὸ τῇ χειρὶ κατὰ τοὺς Ῥωμαίων νόμους Αὐρηλίου Θωνίου Σερήνου μητρὸς Ἰσαροῦτος ἀπὸ τῆς αὐτῆς πόλεως Αὐρηλίᾳ Θερμουθίῳ ἐπικεκλημένῃ Τανεχώτιδι Νεφερῶτος μητρὸς Τανεχώτιδος ἀπὸ κώμης Πακέρκη ἀπηλιώτου οὐδέπω οὔσῃ τῶν ἐτῶν διὰ τοῦ πατρὸς Αὐρηλίου Νεφερῶτος Διονυσίου ἀπὸ τῆς αὐτῆς κώμης χαίρειν. ὁμολογῶ πεπρακέναι καὶ παρακεχωρηκέναι σοι ἀπὸ τοῦ νῦν εἰς τὸν ἅπαντα χρόνον τὸ ὑπάρχον μοι κληρονομικῷ δικαίῳ πρότερον τῆς δηλουμένης μου μητρὸς Αὐρηλίας Ἀρτεμιδώρας Παυσίριος μητρὸς Ἰσεῖτος ἀπὸ τῆς αὐτῆς πόλεως τετελευτηκυίης ἐπί τε ἐμοὶ καὶ ἐπὶ τοῖς μου ἀδελφοῖς ὁμογνησίῳ μὲν Αὐρηλίῳ Δημητρίῳ ὁμομητρίοις δὲ Αὐρηλίοις Διογένει καὶ Ἰσιδώρῳ καὶ Ἰσεῖτι τοῖς τρισὶ ἐκ πατρὸς Ἑρμείου τοῖς πέντε υἱοῖς καὶ κληρονόμοις καὶ αὐτῆς κληρονομικῷ δικαίῳ πρότερον τοῦ ἑαυτῆς πατρὸς Αὐρηλίου Παυσίριος Διονυσίου μητρὸς Ἀρτεμιδώρας ἀπὸ τῆς αὐτῆς πόλεως ἀκολούθως ᾗ ἀπολέλοιπεν διαθήκῃ τῷ β ἔτει Κλαυδίου, ὃ ἐγένετο α ἔτος Αὐρηλιανοῦ, μηνὶ Τῦβι …,τῇ καὶ μετὰ τελευτὴν αὐτοῦ λυθείσῃ, ὠνησαμένου καὶ τοῦ Παυσίριος παρὰ Αὐρηλίου Ἡράμμονος Παυσανίου τοῦ καὶ Εὐτύχου μητρὸς Ἑρμειόνης ἀπὸ τῆς αὐτῆς πόλεως κατʼ ἰδιόγραφον πρᾶσιν καὶ παραχώρησιν γενομένην τῷ ιβ ἔτει Γαλλιηνοῦ Παχὼν κγ, ἐπὶ κώμῃ Πακέρκη ἀπηλιώτου ἐκ τοῦ …αμε… σὺν τῷ Ἐπάνθους κλήρου πέμπτον σιτικῶν ἰδιωτικῆς ἀρουρῶν τεσσάρων ,ὅ ἐστιν ἀρούρης ἥμισυ τέταρτον εἰκοστόν ,οὐσῶν ἀπὸ κοινωνικῶν πρὸς Ὡρίωνα Ἀκρονο ἀρουρῶν ὀκτώ ,καὶ αὐτῶν οὐσῶν ἀπὸ ὅλων ἀρουρῶν εἴκοσι ὀκτώ ,ἢ ὅσων ἐὰν ὦσιν, ἐν αἷς ὑδρεύματα καὶ μηχανὴ ἐξηρτισμένη πάσῃ ξυλικῇ καταρτείᾳ καὶ σιδηρώσει, σὺν τῷ αἱροῦντι μέρει τῶν ὑδρευμάτων καὶ μηχανῆς, τῶν δὲ ὅλων γείτονες νότου ὁδὸς καὶ ἐκ τῶν ἄλλων